Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.305 Joseph. AJ 3.309 (English) >>Joseph. AJ 3.313

3.307καὶ τὸν Μωυσῆν πάλιν ᾐτιῶντο καὶ κατεβόων αὐτοῦ καὶ τοῦ ἀδελφοῦ Ἀαρῶνος τοῦ ἀρχιερέως καὶ πονηρὰν μὲν καὶ μετὰ τῶν εἰς τοὺς ἄνδρας βλασφημιῶν διάγουσι τὴν νύκτα. πρωῒ δʼ εἰς τὴν ἐκκλησίαν συντρέχουσι, διʼ ἐννοίας ἔχοντες καταλεύσαντες τόν τε Μωυσῆν καὶ τὸν Ἀαρῶνα ἐπὶ τὴν Αἴγυπτον ὑποστρέφειν. 3.308

Τῶν δὲ κατασκόπων Ἰησοῦς τε Ναυήχου παῖς φυλῆς Ἐφραιμίτιδος καὶ Χάλεβος τῆς Ἰούδα φυλῆς φοβηθέντες χωροῦσιν εἰς μέσους καὶ τὸ πλῆθος κατεῖχον θαρσεῖν δεόμενοι καὶ μήτε ψευδολογίαν κατακρίνειν τοῦ θεοῦ μήτε πιστεύειν τοῖς ἐκ τοῦ μὴ τἀληθῆ περὶ τῶν Χαναναίων εἰρηκέναι καταπληξαμένοις, ἀλλὰ τοῖς ἐπὶ τὴν εὐδαιμονίαν καὶ τὴν κτῆσιν αὐτοὺς τῶν ἀγαθῶν παρορμῶσιν· 3.309οὔτε γὰρ τῶν ὀρῶν τὸ μέγεθος οὔτε τῶν ποταμῶν τὸ βάθος τοῖς ἀρετὴν ἠσκηκόσιν ἐμποδὼν στήσεσθαι πρὸς τὰ ἔργα καὶ ταῦτα τοῦ θεοῦ συμπροθυμουμένου καὶ ὑπερμαχοῦντος αὐτῶν. “ἴωμεν οὖν, ἔφασαν, ἐπὶ τοὺς πολεμίους μηδὲν ἔχοντες διʼ ὑποψίας ἡγεμόνι τε τῷ θεῷ πεπιστευκότες καὶ ὁδηγοῦσιν ἡμῖν ἑπόμενοι.” 3.310καὶ οἱ μὲν ταῦτα λέγοντες ἐπεχείρουν τὴν ὀργὴν καταπραΰνειν τοῦ πλήθους, Μωυσῆς δὲ καὶ Ἀαρὼν πεσόντες ἐπὶ τὴν γῆν τὸν θεὸν ἱκέτευον οὐχ ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ἀλλʼ ὅπως τῆς ἀμαθίας παύσῃ τὸ πλῆθος καὶ καταστήσῃ τὴν διάνοιαν αὐτῶν ὑπὸ τῆς ἀμηχανίας τοῦ παραστάντος αὐτοῖς πάθους τεταραγμένην, παρῆν δʼ νεφέλη καὶ στᾶσα ὑπὲρ τὴν σκηνὴν ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.305 Joseph. AJ 3.309 (English) >>Joseph. AJ 3.313

Powered by PhiloLogic